Περί αγάπης (συνέχεια)…

Αγαπητοί, ἀγαπῶμεν ἀλλήλους,

ὅτι ἡ ἀγάπη ἐκ τοῦ Θεοῦ ἐστι,

καὶ πᾶς ὁ ἀγαπῶν ἐκ τοῦ Θεοῦ γεγέννηται καὶ γινώσκει τὸν Θεόν.

ὁ μὴ ἀγαπῶν οὐκ ἔγνω τὸν Θεόν,

ὅτι ὁ Θεὸς ἀγάπη ἐστίν. 

ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ Θεοῦ ἐν ἡμῖν,

ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν ὁ Θεὸς εἰς τὸν κόσμον

ἵνα ζήσωμεν δι᾿ αὐτοῦ.

IMG_2099

ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη,

οὐχ ὅτι ἡμεῖς ἠγαπήσαμεν τὸν Θεόν,

ἀλλ᾿ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς

καὶ ἀπέστειλε τὸν υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν.

᾿Αγαπητοί, εἰ οὕτως ὁ Θεὸς ἠγάπησεν ἡμᾶς,

καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν.

Θεὸν οὐδεὶς πώποτε τεθέαται·

ἐὰν ἀγαπῶμεν ἀλλήλους,

ὁ Θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐστὶν ἐν ἡμῖν.

ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν,

ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν.

Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν

ὅτι ὁ πατὴρ ἀπέσταλκε τὸν υἱὸν σωτῆρα τοῦ κόσμου.  

ὃς ἂν ὁμολογήσῃ ὅτι ᾿Ιησοῦς ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ,

ὁ Θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ Θεῷ.

καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ Θεὸς ἐν ἡμῖν.

῾Ο Θεὸς ἀγάπη ἐστί,

καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει καὶ ὁ Θεὸς ἐν αὐτῷ.

IMG_2331

᾿Εν τούτῳ τετελείωται ἡ ἀγάπη μεθ᾿ ἡμῶν,

ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως,

ὅτι καθὼς ἐκεῖνός ἐστι, καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ.

φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ,

  ἀλλ᾿ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον,

IMG_2965

ὅτι ὁ φόβος κόλασιν ἔχει,

ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ.

῾Ημεῖς ἀγαπῶμεν αὐτόν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς.

ἐάν τις εἴπῃ ὅτι ἀγαπῶ τὸν Θεόν,

καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ,

ψεύστης ἐστίν·

ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν ὃν ἐώρακε,

τὸν Θεόν ὃν οὐχ ἑώρακε πῶς δύναται ἀγαπᾶν;

καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ᾿ αὐτοῦ,

ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ. 

Ιωάννου Α, 4, 7-21.

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: